Ancient Greek
Page 364
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 364
Not analysed yet
διακονίαν, ἐν ἴσῳ προφήταις δέχεσθαι μὲν παρὰ τοῦ Θεοῦ Λόγου τὴν περὶ ὧν ἂν βούλοιτο γνῶσιν ἤγουν ἀποκάλυψιν, ποιεῖσθαι δὲ οὕτως εἰς ἡμᾶς αὐτήν· διοίσει γὰρ οὕτως κατ' οὐδένα τρόπον τῶν ἁγίων προφητῶν εἴπερ ὧδε ἔχοι· ἀλλ' εἰδὸς πάντα τὰ ἐν αὐτῷ, παρ' αὐτοῦ λαμβάνειν λέγεται καὶ ἀναγγέλλειν ἁγίοις. οὐκοῦν ἐλάλει καὶ πάλαι διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀρχαιοτέροις ὁ Μονογενής· ἐλάλει δὲ πολυτρόπως, διαμορφοῦσθαι κελεύων τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως ἑαυτοῦ μυστήριον· ἔστιν οὖν ἀκοῦσαι λέγοντος διὰ προφητῶν "Ἐγὼ ὁράσεις ἐπλήθυνα "καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην," καὶ πάλιν "Αὐτὸς "ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγε"λιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά." ἐπὶ γὰρ συντελείᾳ τῶν αἰώνων αὐτὸς ἡμῖν δι' ἑαυτοῦ λελάληκεν ὁ Υἱὸς, οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων ἀλλὰ δι' ἑαυτοῦ καθ' ἡμᾶς γεγονὼς ὁ Μονογενὴς τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι' ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κειμένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς οὐκ ἰδίους μᾶλλον ἀλλὰ τοὺς παρ' ἑτέρου λόγους, ἄλλ' ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώματος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ· αὐτοῦ γὰρ ἦν τοῦ Μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃτοι "καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος." Ὀρθῶς οὖν ὁ Παῦλός φησιν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα· ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ' ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον