Ancient Greek
Page 365
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 365
Not analysed yet
ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι' ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δι' ἡμᾶς εἰς ταπείνωσιν ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρονόμος πάντων τεθεῖσθαι λέγεται, καίτοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ καθ' ἡμᾶς πτωχείᾳ· οὐ διὰ τοῦτο γενόμενος σὰρξ ἵνα πτωχὸς ἀπομείνῃ μεθ' ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ' ἵνα μᾶλλον ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὢν φύσει καὶ συναΐδιος τῷ Πατρὶ ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι' ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότητος ἀνακομιζόμενος ἔφασκε διὰ τοῦ Δαυείδ "Κύριος εἶπε "πρὸς μέ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·" τὸ γάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος καθ' ὃν καὶ γέγονε σὰρξ ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος. μεμαρτύρηκε γὰρ Ἰωάννης περὶ αὐτοῦ ὅτι "εἰς τὰ ἴδια ἦλθεν," ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν' ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι' ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μεθέξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμένους· ὥσπερ γὰρ οἷά τινα κλῆρον ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ Μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεὸς, δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν.