Ancient Greek
Page 376
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 376
Not analysed yet
Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτήν "Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον "ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν." δύναμις δὲ τοῦ Πατρὸς ὁ Υἱὸς δι' οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν. καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ' ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ καὶ "πάντες ἐξέκλιναν, ἅμα "ἠχρειώθησαν," προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ "Χριστῷ" καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. Ὁ Δαυεὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν "Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ "τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως "παρὰ τοὺς μετόχους σου." οἴονται δέ τινες οὐ τῷ Μονογενεῖ πρέπειν τὰς τοιάσδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννη-