Ancient Greek
Page 377
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 377
Not analysed yet
μένον· ὕθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἢ τῆς πρὸς Θεὸν ἑνότητος ἐψιλωμένος ἵνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καίτοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἂν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογένει, καὶ ταῖς Ἡσαΐου περὶ αὐτοῦ προφητείαις ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ "ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ"μανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν "ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. διότι πρὶν ἢ "γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκ"λέξασθαι τὸ ἀγαθόν." ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν ὡς αὐτόχρημα ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἂν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν; ἀλλ' ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος. πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι Ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτος ἔσται τις καίτοι κατὰ φύσιν ἄνθρωπος ὢν ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρὶ, χρηματίσαι δὲ καὶ Κύριος ἐν ἴσῳ τῷ κατὰ φύσιν, καὶ ἀγγέλους μὲν ἔχειν προσκυνητὰς, λατρεύουσαν δὲ τὴν σύμπασαν, καίτοι τῆς γραφῆς λεγούσης "Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ "μόνῳ λατρεύσεις," καὶ πρόσφατον ἐν ἡμῖν οὐκ ἐώσης εἶναι θεόν. ἀλλ' ἐπ' ἐκεῖνό που τάχα δραμοῦνται τὸ σύνηθες ἐπι-