Ancient Greek
Page 190
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 190
Not analysed yet
καὶ Πατὴρ, οὐκ ἐξ οἰκείου μὲν τῆς ἐφ' ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν· εἰ γὰρ πάντα γέγονε δι' αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν; καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν, τοῖς Ἰουδαίοις ἔφασκε "Λύσατε τὸν ναὸν "τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι λεγομένου· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ κ. τ. λ. Χρῆναί φησιν ὁ θεσπέσιος Παῦλος τοὺς συντεθαμμένους Χριστῷ καὶ συναναστήσεσθαι προσδοκᾶν· καὶ τὸ μὲν σύμφυτοι, τὸ οἱονεὶ σύμμορφοί τε καὶ ταυτοειδεῖς νοητῶς ὑπεμφήνειεν ἄν. πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον· τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουὴλ καὶ ἀπέθανε κατὰ σάρκα· συντεθάμμεθα δὲ αὐτῷ τίνα δὴ τρόπον ἡμεῖς οἱ βεβαπτισμένοι; ἆρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὐμενοῦν. πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, φέρε δὴ φέρε λέγωμεν· ἀπέθανε μὲν γὰρ κατὰ σάρκα Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κατά γε τὴν σάρκα· πόθεν; ἀλλὰ τῇ ἁμαρτίᾳ, καθὰ γέγραπται, τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαίνοντες τὴν ἁμαρτίαν διὰ τοῦ κατανεκροῦν "τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρ"σίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν." σύμφυτοι δὴ οὖν γεγόναμεν, οὐχὶ δὴ μόνον τῷ κατὰ σάρκα