Ancient Greek
Page 191
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 191
Not analysed yet
θανάτῳ Χριστοῦ, ἀλλὰ καὶ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. τοῦτο δ' ἂν εἶναι νοοῖτο τὸ ὑπὲρ τῆς ἁμαρτίας ἀποθανεῖν, καὶ οὐχ ὑπέρ τε τῆς ἰδίας, πολλοῦ γε καὶ δεῖ· καὶ γάρ ἐστιν ἄμωμος ὁ Θεὸς καὶ τοῦ δύνασθαι πλημμελεῖν ἀπωτάτω· ἀλλ' ἵνα, ὡς ἔφην, ὑπὲρ τῆς τοῦ κόσμου ἁμαρτίας· "ὃ γὰρ "ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ." οὐκοῦν σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. ἐσόμεθα δὲ πάντως σύμφυτοί τε καὶ ταυτοειδεῖς καὶ τῆς ἀναστάσεως αὐτοῦ· ζησόμεθα γὰρ ἐν Χριστῷ, καὶ ἀναβιώσεται μὲν ἡ σὰρξ, ζησόμεθα δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος κ. τ. λ. Τίς ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, ποῖον δὲ δὴ τὸ σῶμα τῆς ἁμαρτίας τὸ καταργούμενον, καὶ τίνα δὴ τρόπον συνεσταυρώθη Χριστῷ, πολυπραγμονεῖν ἀναγκαῖον· ἴσως μὲν οὖν οἰήσονταί τινες ἁμαρτίας εἰρῆσθαι σῶμα τὴν ἀπὸ γῆς σάρκα, καθάπερ ἐν τάξει δίκης τῇ τοῦ ἀνθρώπου δοθεῖσαν ψυχῇ, διὰ τὸ καὶ πρὸ σωμάτων ἡμαρτηκέναι· δοκεῖ γὰρ ὧδέ τισι καὶ φρονεῖν καὶ λέγειν· Ἑλλήνων δὲ οὖσαν τὴν δόξαν ὡς οὐκ ἀληθῆ διωσώμεθα. σῶμα τοίνυν ἁμαρτίας καὶ παλαιὸν ἡμῶν ἄνθρωπον, τὸ σῶμα λέγει τὸ ἀπὸ γῆς, ἔχον ὥσπερ ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸ καταφθείρεσθαι δεῖν· καὶ καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ καὶ πρώτῳ· ἠῤῥωστηκὸς δὲ πρὸς τούτῳ καὶ τὸ φιλήδονον· ἔχει γὰρ οὕτω κατὰ φύσιν ἡ σὰρξ ἐξ ἐμφύτων κινημάτων. πῶς οὖν ἄρα συνεσταύρωται τῷ Χριστῷ; γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ σάρκα τὴν ἀπὸ γῆς ἠμπέσχετο καταῤῥωστοῦσαν, ὡς ἔφην, ὡς ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸν θάνατον· ὠδίνουσαν δὲ ὥσπερ ἐν ἑαυτῇ καὶ τὸ ἐξ ἐμφύτων κινημάτων ἀκονᾶσθαι