Ancient Greek
Page 207
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 207
Not analysed yet
ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἂν ἔξω καὶ ἁμαρτίας· ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως, οὐκ αὐτοῦ δὴ μᾶλλον, ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃτοί φησιν Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἴποι δὲ ἄν τις Ἆρα εἴ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπονθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι, τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ' οὐκ ἂν οἶμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο. οὐ γὰρ ἐξὸν ἀνεῖσθαι δουλεύουσιν, εἴκουσι δὲ ὡς ἔφην ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γεμὴν ἀλκιμοτέροις ἐξ ἀνάγκης ἡττώμενοι καὶ οὐχ ἕκοντες δουλεύουσιν. ἀλλ' εἴπερ ἐστὶ τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν. ἀλλ' ἦν ἐπ' αὐτῷ, φησὶ, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν· ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις. εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις, κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασον ἡδονὴν, ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος· οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας· οὐκ ἂν ἐγκαλέσειέ τις δικαίως ὅτι μὴ δρᾷ τὸ ἀμεῖνον τὰ αἰσχίω μεθείς· κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἡνίας. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Ἄθρει δὴ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν