Ancient Greek
Page 208
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 208
Not analysed yet
νόμον, οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα, οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν, ἀλλ' ὡς ἐνιέντα μόνον τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοί φησι παράκειται τὸ κακὸν ὡς ἐνοικοῦν τῇ σαρκὶ, κατακιβδηλεύει γεμὴν ὁ νόμος αὐτὸ, χαρίζεται τὴν ἐπικουρίαν καὶ νοεῖται σύμβουλος, οὐ μὴν ἔτι καὶ λυτρωτής· δεῖ δὲ δὴ πάντως τοῖς ἀῤῥωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ διειδέναι μόνον ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν εὖ ἔχοι καὶ τῷ νόμῳ δοκῇ· καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν ἡ εἴδησις, ἀλλ' εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἂν οἱ τοιοίδε τότε δὴ μόλις λαμπροὶ καὶ ἀπόβλεπτοι. οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ' οὐδένα δὲ τρόπον τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς μὲν ὅτι καὶ διδάσκαλος, οὐ μὴν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἂν εἰκότως, τοῦ καὶ σοφοῦν ἰσχύοντος καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ὡς ἔφην ἤδη, διψᾷ μὲν ὁ νοῦς τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλλακτιᾷ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὸν νόμον ὡς τῶν καλλίστων εἰσηγητήν· καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις, πολεμοῦντός τε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας· νόμον δὲ ἁμαρτίας εἶναί φησι τὸ ἔμφυτον κίνημα, καὶ ὅπερ ἂν ὑπάρχειν οἴοιτό τις τῆς φιλοσαρκίας τὸ πάθος, καθάπερ ἀμέλει καὶ νόμον ἔφη νοὸς τὴν εἴς γε τὸ ἀγαθὸν αὐτοῦ ῥοπήν τε καὶ θέλησιν.