Ancient Greek
Page 211
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 211
Not analysed yet
ἀπήλλακται, τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, ἠλευθέρωσέ με, φησί· καὶ οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδοὺς, γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πως ἀνάγκη καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἠλευθερωμένους τε διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίας, ἰδιώτης δὲ εἶναί φησι τῷ λόγῳ. ταύτῃτοί φαμεν ἐρυθριῶντες οὐδὲν, ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τι βραχὺ πρὸς ἐντελῆ διασάφησιν· ἔδει γὰρ εἰπεῖν Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς λέλυται τυχὸν ἢ πέπαυται· εἶτα προσεπενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὧδε τῆς τῶν λέξεων συνθήκης, κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον, πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου, καὶ ποῖον ἂν ὅλως τὸ ἀδύνατον νοοῖτο τοῦ νόμου, καὶ ποίου νόμου· λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθὸν, κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνα-