Ancient Greek
Page 212
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 212
Not analysed yet
σθαι δρᾶν αὐτό· ἔφη γὰρ ὅτι "Τὸ γὰρ θέλειν παράκειταί "μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·" πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντα τὸν νοῦν· κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον νοοῖτ' ἂν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦ τε ἐν γράμμασι καὶ διὰ Μωυσέως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ' ὃν καὶ τὰ ἔθνη, καίτοι τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα φαίνεται, καὶ νόμος εἰσὶν ἑαυτοῖς· "ἐνδείκνυνται γὰρ τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς "καρδίαις αὐτῶν," καθὰ γέγραπται. ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός· ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ τῶν ἀρίστων εἰσηγητὴς, δεδικαίωκε δὲ παντελῶς οὐδένα· ὁ γεμὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος, ἀπονένευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ' οὐδένα τρόπον ὁ τοῦ πνεύματος ἤτοι τοῦ νοὸς ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι· ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἂν λέγοιντο τῆς ἁμαρτίας, διά τοι τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τις ἂν οὐχ ἁμαρτίας εἶναι σάρκα· μὴ γένοιτο· ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι