Ancient Greek
Page 216
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 216
Not analysed yet
Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Ἀποκαραδοκία μέν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία τε καὶ ἐπιτήρησις· ἐκδέχεται γεμὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ, οὐκ αὐτή που πάντως εἰδυῖα τὸ ἐσόμενον, πῶς γὰρ ἢ πόθεν; ἀλλ' ὅτι ταῖς ἀποῤῥήτοις οἰκονομίαις τοῦ πάντα μεταρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, πρὸς τοῦτο ἥξει τὸ τέλος· μεταπλαττομένων γὰρ ὥσπερ εἰς δόξαν ἐξ ἀτιμίας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, τῶν τοῦ Θεοῦ τέκνων, τουτέστι τῶν τὴν εὐδόκιμον κατωρθωκότων ζωὴν, καὶ αὐτή που πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ εἰπὼν ὅτι "καινοὺς "οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ "προσδοκῶμεν." Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη. Ματαιότητα ἐνθάδε φησὶ τοὺς ζῶντας ἐν ματαιότητι, τουτέστιν ἐν φρονήματι σαρκικῷ· περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως "Ἄνθρωπος ματαιότητι ὡμοιώθη·" καὶ μὴν καὶ ὅτι "παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη "αὐτοῖς·" ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα· πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτό φαμεν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ' ἡμᾶς οὐδὲν ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις· οὐ γάρ ἐστι λογική· ἀλλ' εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἂν ἠνέσχετό φησι τῆς οὕτως αἰσχρᾶς δουλείας,