Ancient Greek
Page 217
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 217
Not analysed yet
οὐδ' ἂν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ' οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις· ἀλλ' ἐπ' ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν, ὑποτέτακται τέως, καταζευγνύντος αὐτὴν τοῦ Θεοῦ καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπό γε τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτὸν, ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ' ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώζουσα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ "τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ." Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Δέχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων τὸ ἐν ἡμῖν γίνεσθαι πεφυκός· αὐτοὶ γὰρ ἡμεῖς φησιν οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι "φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ "γεῶδες σκῆνος νοῦν πολυφρόντιδα." γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία, καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃτοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι· δεδιψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν, οὔτε μὴν ταύτην εἶναί φαμεν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν