Ancient Greek
Page 219
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 219
Not analysed yet
"Οὕτως οὖν ὑμεῖς προσεύχεσθε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ"ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·" καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν καθ' ὃν ἂν πρέποι τρόπον ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσευχόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρό γε τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο βιῶναί τε ὀρθῶς καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν· "τὴν δὲ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες καὶ "αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν "ἀπολύτρωσιν τοῦ σώματος·" καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει, τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν· εἰ γὰρ "ὀφθαλμὸς "οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ "ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν," τί προσιόντες αἰτήσομεν; ἢ πῶς ἂν εἰδείημεν ἃ μὴ τεθεάμεθα, μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ καὶ ταῖς ἀνθρώπων καρδίαις οὐκ ἐγνωσμένα; ποία δ' ἂν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις, ἢ τίς ὁ μεταπλασμὸς, ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν, αὐτὸς ἂν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας "Αἰτεῖτε, καὶ οὐ λαμ"βάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν "δαπανήσητε." οὐκοῦν πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ὧδε διακειμένοις εἰπεῖν τό Τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδα-