Ancient Greek
Page 218
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 218
Not analysed yet
τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημα τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον· τοῦτο εἶναί φαμεν τὸ σῶμα τὸ πνευματικόν. Εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαντείτωσαν ἡμῖν τὴν ἀνάστασιν· μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνεσίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθήσεσθαι λέγειν εἰς ἅπαν αὐτὴν πεσοῦσαν εἰς γῆν, ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικὸν, ἰσχνόν φημι καὶ ἀερῶδες· νοοῦσι γὰρ ὧδε τὸ πνευματικὸν αὐτοί. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Πιστεύομεν ὅτι μέλλει καὶ τὰ ἡμῶν σώματα κρείττω γίνεσθαι φθορᾶς καὶ θανάτου· ἀπόκειται δὲ τοῦτο ἡμῖν ἐν ἐλπίσιν, οὐχ ὡς ἤδη παρὸν, ἀλλ' ὡς πάντη τε καὶ πάντως ἐσόμενον· καὶ ἐκδεχόμεθα δι' ὑπομονῆς τληπαθοῦντες, ἵνα τύχωμεν τῆς οὕτω σεπτῆς δωρεᾶς. Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν κ. τ. λ. Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν τὸ ἡμῶν δηλονότι πνεῦμα· στενάζομεν γάρ ἐσθ' ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ποιεῖσθαι σπουδάζοντες. οὐκοῦν ἐν Ἁγίῳ Πνεύματι καὶ τοῦτο μανθάνομεν· σοφὸν γάρ ἐστι καθάπερ καὶ ὁ Υἱός. ἐπειδὴ δέ φησι Τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἐκεῖνο ζητήσωμεν· καίτοι τὸ τίνα δὴ τρόπον προσεύξεσθαι δεῖ, προπεπαιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς