Ancient Greek
Page 221
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 221
Not analysed yet
ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναί φαμεν, οὕτω καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὗτοι καὶ κέκληνται. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαί τινας τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους καὶ λέγοντας Εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν· οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα· πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλεν συναγεῖραι τοὺς κεκλημένους, οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν· εἰσῆλθον δὲ μετ' ἐκείνους οἱ κλητοὶ κατ' ἰδίαν πρόθεσιν, πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν· ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπηδήκασί τινες εἰς τὸν γάμον, πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν· διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἠμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα