Ancient Greek
Page 222
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 222
Not analysed yet
"Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, "κἀγὼ ἀναπαύσω ὑμᾶς." ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν· ἀμοιρήσειε δ' ἂν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῖς ἀγαθοεργεῖν ᾑρημένοις πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος· ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία τοῦ θείου νόμου παράβασιν ἔχει καὶ κατακρίνει τὸν ῥαθυμοῦντα, ἀλλ' εἰ καὶ αὐτὸς ὁ τοῦ νόμου Κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκότα;