Ancient Greek
Page 225
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 225
Not analysed yet
οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν ῥίζης καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι, εἰ μὴ πρῶτοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελετήκασι τρόπους, καὶ τὰς τῆς ἐπαγγελίας πεπλουτήκασιν ἐλπίδας, μετριωτέραν ἄν τις τὴν ἐπ' αὐτοῖς ἐποιήσατο λύπην. ἐπειδὴ δὲ αὐτῶν οἱ πατέρες, καὶ τὰ ἄλλα· μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας αὐτοῖς τῶν πραγμάτων ἰόντων, εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος καὶ διημαρτήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός; Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Ἀκριβὴς ὁ λόγος· ἥκιστα γὰρ διεψεῦσθαί φησιν, ἤγουν δύνασθαι τῆς ἀληθείας διαπεσεῖν τὸν τοῦ Θεοῦ λόγον· ἐπήγγελται μὲν γὰρ ὁμολογουμένως τῷ Ἁβραὰμ ἐν ἀρχαῖς ὁ τῶν ὅλων Θεὸς, ὅτι πατὴρ ἔσται πολλῶν· καὶ πάλιν "Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡσεὶ τὰ ἄστρα τοῦ "οὐρανοῦ τῷ πλήθει·" ἔδει τοίνυν οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ ἀναδειχθῆναι πατέρα τὸν Ἁβραάμ· ἔθνος γὰρ ἦν ἓν τὸ ἐξ αὐτοῦ πεφηνὸς, μυρία δὲ ὅσα κατὰ πᾶσαν τὴν γῆν, ἃ καὶ εἰς τέκνα τέθεινται τῷ Ἁβραὰμ, εἴπερ εἰσὶν ἐξ ἐπαγγελίας, καὶ "στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ "πίστεως" αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ὡς γὰρ αὐτός που φησὶν ὁ μακάριος Παῦλος "Οὐ διὰ νόμου ἡ ἐπαγγελία τῷ "Ἁβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ "δικαιοσύνης πίστεως· εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, "κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία." ὅτε τοίνυν ὡς ἐν Ἰσαὰκ τὸ ἐξ Ἁβραὰμ λελόγισται σπέρμα, τουτέστιν καθ' ὑπόσχεσιν, ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, δῆλον ἂν εἴη δήπουθεν ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς καταλογισθεῖεν ἂν πάντη τε καὶ πάντως εἰς τέκνα Θεοῦ, ἔχοιεν δ' ἂν