Ancient Greek
Page 224
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 224
Not analysed yet
Τί οὖν ἄρα φησὶ, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης· ηὐχόμην γάρ φησιν ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου· ὅμοιον γὰρ ὡς εἴπερ λέγοι Εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἂν αὐτὸς ἐγώ· ὁ καὶ τοῖς ἐν πίστει δεδικαιωμένοις εἰπών "Οὐ γὰρ ἔκρινά τι "εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυ"ρωμένον," ὁ πᾶσι διακηρύττων "Τίς ἡμᾶς χωρίσει ἀπὸ "τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς "ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;" τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μωυσέως ἀντιφέρεσθαι νόμοις· ταύτῃτοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων "Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν." οὐκοῦν ἑλοίμην ἂν ἔγωγε καὶ μάλα προθύμως, φησὶν, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ· προσεπάγει δὲ, ὥσπερ τῆς ἐπ' αὐτοῖς λύπης τὴν αἰτίαν οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνεργάζεσθαι, ἵνα μή τι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν, τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος· πρῶτον μὲν γὰρ, φησὶν, εἰσὶν Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· ἐξ αὐτῶν δὲ τὸ κατὰ σάρκα καὶ αὐτὸς ὁ Χριστός· ἀλλ' εἰ μέν τινες ἦσαν τῶν οὐ πάλαι διεγνωκότων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωυσέως γέγονε βραβευτὴς τῆς εἰς αὐτὸν