Ancient Greek
Page 231
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 231
Not analysed yet
εἰπεῖν ὡς ἥκιστα μὲν φαῦλοι γεγόνασι κατὰ φύσιν τινὲς, ἤγουν διαπλάττονται δι' αὐτοῦ, σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας, ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠῤῥωστήκασι τὴν εἰς τὰ φαῦλα ῥοπήν; Ἀλλ' ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; πῶς δὲ ἂν γέγονεν ἀγαθὸς ὁ παρ' αὐτοῦ σηληρυνόμενος; Τί οὖν ἂν ἔχοιμι πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἂν γένοιτό ποτε τῶν φαύλων δημιουργὸς ὁ Θεός· πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν· εἰ δὲ ἦν καθ' ἡμᾶς, ἢ τῆς θείας ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ οὕτως ἔχον· ἢ εἰ τοῦτο καταπεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ' αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα· οὕτω γὰρ τὴν προαλεστάτην ἀποκρούσονται δόξαν. τὸ δέ Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει οὐ τὸ ἔκτισα ἢ δεδημιούργηκα, κέκληκα δὲ μᾶλλον εἰς τὸ ἐθελῆσαι δεῖν ἀντιπράττειν ἐμοὶ, καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ' ὅτε Μωυσῆς ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ· καὶ ἐπὶ ποίοις τισὶν, ἢ καὶ ὅτου χάριν, ὁ πάνσοφος ἡμῖν διατρανώσει