Ancient Greek
Page 232
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 232
Not analysed yet
Παῦλος· θέλων γάρ φησιν ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ τὰ ἑξῆς· πεπλάνητο ἡ σύμπασα γῆ κατά γε τοὺς ἄνωθεν ἔτι καιρούς· οἱ μὲν γὰρ τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ τὸ δοκοῦν ἐποιοῦντο σέβας· κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραὰμ, ἀνέφυ τε οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. Ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίφασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι θεοῖς· ἀλλ' ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μωυσῆς, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ· ἀλλ' ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ' αὐτῷ λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Ἑβραίων Θεὸς, ἀλλὰ γὰρ καὶ ταῖς ὑπεράγαν τερατουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ' αὐτῷ πίστιν καὶ δόξαν, ὅτι μὴ κατὰ τοὺς ἄλλους ἐστὶ θεοὺς ἄφωνός τε καὶ ἀναλκής· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτὸς, καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι κατασκήπτουσιν ὀργαί. ἀλλ' ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα· ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς, καὶ κατεσκληρύνετο τῆς θείας δυνάμεως· ταύτῃτοι ἐκολάζετο οὐκ ἀδίκως· ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης, κατῃκίζετό τε πηλῷ καὶ πλινθείᾳ τὸν Ἰσραὴλ, καὶ μισθὸν αὐτοῖς ἐπήρτησε πόνον· διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν, τουτέστιν εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τε καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς ὁρῷτο τοῦ