Ancient Greek
Page 237
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 237
Not analysed yet
"ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπου"ράνια πιστεύσετε;" προσετίθει δὲ τούτοις "Ἀμὴν ἀμὴν "λέγω ὑμῖν ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυ"ροῦμεν καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει." οὐκοῦν ἀβασάνιστα τὰ ὑπὲρ ἡμᾶς· εἰ γάρ ἐστιν ἀληθὲς ὅτι περ "τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ βίας," κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν, ὡς ἔν γε τοῖς ὑπὲρ λόγον, χρησιμωτάτη λίαν ἡ πίστις, οὐκ ἀκολουθούσης ἐρεύνης, οὐ ζητήσεως εἰκαίας ἐπενηνεγμένης; συνέσει γὰρ τὰ τοιάδε τῶν πραγμάτων τιμᾶται λαμπρῶς. Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται κ. τ. λ. Μὴ ποιείσθω ἴδιον ἀγαθὸν τὴν διὰ πίστεως σωτηρίαν ὁ Ἰσραήλ· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηταί φησι τὸ ὄνομα Κυρίου σωθήσεται, κἂν ἰουδαῖος ᾖ κἂν ἕλλην, κἂν δοῦλος κἂν ἐλεύθερος· ἀδιαφόρως σώζει ὁ Θεὸς τῶν ὅλων, αὐτοῦ γὰρ ἅπαντα· οὕτω φαμὲν ἀνακεφαλαιοῦσθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο. Ἐμφρόνως ὁ Παῦλος καίτοι παθόντα τὸν σκοτισμὸν οὐκ ἐᾷ μειζόνως κατασκληρύνεσθαι τὸν Ἰσραὴλ ταῖς εἰς ἅπαν ἀπογνώσεσι, μέτεισι δὲ ὥσπερ ἐντέχνως ταῖς χρηστοεπείαις. ἄρτι μὲν γὰρ ὡς ἀπειθῆ κατῃτιᾶτο τὸν Ἰσραήλ· ἐλπίδος γεμὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωσθῆναί φησι. καὶ σαφῆ τοῦ πράγματος ποιεῖται τὴν ἀπόδειξιν, ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην καὶ ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατά τε καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τό Μὴ γένοιτο τοῖς περὶ τοῦ ἀπεῶσθαι λόγοις. ταῦτα δὲ ἦν οἱονεὶ περισαίνοντος τοὺς