Ancient Greek
Page 238
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 238
Not analysed yet
ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὖν ἐστιν ἐναργὲς ὡς κέκληται πρὸς ἀποστολὴν αὐτὸς, τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς, εἰς τὰ ἔθνη κήρυξ καὶ ἀπόστολος, καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; Ἐπικαιρότατα καθάπερ εἰκόνα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ τῷ Ἠλιοῦ· ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ' ἑαυτῷ πεπαροίνηκεν ὁ Ἰσραήλ· βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, ἐκτόπως ἐθρησκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραὴλ, θυσίαι τε ἦσαν καὶ τεμένη πανταχοῦ· ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι καὶ δύσοιστον οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων Τὰ θυσιαστήριά σου κατέσκαψαν, τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου· ἀντήκουε δὲ πρὸς τοῦτο εὐθύς Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. ἀλλ' ὥσπερ τότε Θεὸς μὲν οὐκ ἦν ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸν Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοὶ, οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστὸν σωτηρίαν, διωθουμένου δὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, παρωσάμενοι τὸν λυτρωτήν. οὐκ-