Ancient Greek
Page 239
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 239
Not analysed yet
οῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, προὔθηκε γὰρ, ὡς ἔφην, τὸ εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. Εἰ δὲ χάριτι, οὐκ ἔτι ἐξ ἔργων κ. τ. λ. Εἰ δὲ χάριτί φησιν οὐκ ἔτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔτι γίνεται χάρις· ἔνθα, φησὶν, ἂν οἴοιτό τις ἐξ ἔργων εὐδοκιμεῖν, ἐκεῖ δὴ πάντως εἰκαῖον ἔσται καὶ περιττὸν τὸ τῆς χάριτος ὄνομά τε καὶ χρῆμα· "Τῷ γὰρ ἐργαζομένῳ, φησὶν, "ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·" οὐκοῦν εἰ ἐξ ἔργων ἡ χάρις, οὐκ ἔτι γίνεται χάρις. Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν. Ἔφη μὲν ὅτι "οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ·" ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναί τινας, ἐκεῖνό που πάντως προϊσχομένους καὶ λέγοντας Καίτοι πῶς οὐκ ἀπώσατο τὸν λαὸν ὁ Θεὸς, εἴπερ ἀπώλισθεν ὁ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν καὶ ὁλοτελῶς, ἀλλ' οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται, καὶ τοῦτο κατ' ἐκλογήν· ὑπαντᾷ δὲ πάλιν καὶ μάλα ἐμφρόνως καί φησι Τί οὖν; τουτέστι, τί δὴ πρὸς ταῦτά φημι; Ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· ἐπεζήτει μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν· εἶτα πῶς ἦν δικαιοῦσθαι αὐτὸν, φησὶ, τετελειωκότος οὐδένα τοῦ νόμου; οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπεζήτει μὲν ὁ Ἰσραὴλ, οὐκ ἐπέτυχε δέ· ἀλλ' οἵ γε ἀπολέγδην καὶ τῶν ἄλλων ἐξῃρημένοι διὰ τὸ εὐπειθὲς ἐπέτυχον· δεδικαίωνται γὰρ διὰ πίστεως· πεπώρωνται δὲ οἱ λοιποὶ, τουτέστιν οἱ σκληροί τε καὶ ἀνουθέτητοι.