Ancient Greek
Page 249
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 249
Not analysed yet
Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ. ἈΠΕΣΤΑΛΘΑΙ φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· τοῦτο γὰρ οἶμαί ἐστι τό Διὰ θελήματος Θεοῦ· ἐπειδὴ γὰρ δι' Υἱοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρὸς, δι' αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαί φαμεν. Καὶ Σωσθένης ὁ ἀδελφὸς κ. τ. λ. Ὅτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων Ἡγιασμένοις ἐν Χριστῷ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ' εἰς τὸν θεῖον