Ancient Greek
Page 250
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 250
Not analysed yet
αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικέσθαι· ἐδεδίει γὰρ τῆς παρ' αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον, μὴ ἄρα πως προσκυνεῖν ἢ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς [ἔχοιεν] τὸν νόμον, καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς, ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς· ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἔν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ' ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον "Καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ "τόπου αὐτοῦ." Ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστός· καὶ τίς αὐτὴν ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν, ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν, τουτέστιν εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῇ, εἴτ' οὖν ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις. Θεὸν δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ ἐκκλησίαν ὀνομάζει τοὺς ἡγιασμένους, Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων "Εἰ δέ τις Πνεῦμα Χριστοῦ "οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ." Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, συνδοτήρ τε ἐστὶ καὶ συνχορηγὸς τῷ γεγεννηκότι τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων, καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη, τῇ παρ' ἑαυτοῦ χάριτι καταλαμπρύνων