Ancient Greek
Page 254
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 254
Not analysed yet
ὀλίγου τοίνυν παντελῶς ἀξιοῦντες λόγου τὰς τῶν ἁγίων φωνὰς, δι' ὧν ἦν εἰκὸς αὐτοὺς δύνασθαι μαθεῖν ὅτι αὐτὸς ἦν ὁ Χριστὸς, θεοσημίας ἐζήτουν· ὅθεν ἔλεγεν ὁ Σωτὴρ τοῖς ἀποσταλεῖσιν ὑπὸ Ἰωάννου "Ἀπελθόντες ἀπαγγείλατε "Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ "περιπατοῦσι" κ. τ. λ. καὶ οἱ ἕλληνες τὴν ἐν λέξει τε καὶ λόγοις ζητοῦντες λαμπρότητα, ἡγοῦνται δὲ καὶ μωρίαν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καί φασι Τί γὰρ ὅλως ἔδει Θεὸν ὄντα κατὰ φύσιν τὸν ἐκ Θεοῦ Λόγον, θελήσει καὶ νεύματι κατορθοῦν ἰσχύοντα τὰ κατὰ γνώμην αὐτῷ, γενέσθαι ἄνθρωπον καὶ ὑπομεῖναι θάνατον; πῶς δ' ἂν γένοιτο, φασὶν, ἀποτεκεῖν παρθένον; πῶς δὲ καὶ ἀναστήσεται τὸ θανάτῳ κατεφθαρμένον; ἀλλ' οὐδὲν αὐτοὺς ἀπεικὸς τοιαῦτα λέγειν "Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· "μωρία γὰρ αὐτῷ ἐστιν," ἀλλ' ἡμῖν Θεοῦ δύναμίς ἐστι καὶ σοφία· σέσωκε γὰρ δι' αὐτοῦ τὴν ὑπ' οὐρανὸν ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ δυνάμεως τῆς ἐνούσης αὐτῷ φυσικῶς, καὶ τῆς ἀποῤῥήτου σοφίας, τῆς ἑαυτοῦ δηλονότι· σοφία γὰρ καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι' ἧς τὰ πάντα παρῆκται πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. καὶ εἰ δή τις, φησὶν, ἕλοιτο ταῖς ἀνθρώπων δυνάμεσιν ἀντεξετάσαι τὴν ἐν Θεῷ, καταθρήσει δὴ πάντως ὅτι τὸ δοκοῦν τῶν θείων ἔργων ὡς ἐν ἀσθενείᾳ πεπράχθαι τυχὸν, καὶ οἷον οὐχ ὅλῃ δυνάμει τοῦ πεποιηκότος, ἁπάσης ἐστὶν ἐπέκεινά τε καὶ ἄμεινον τῆς ἀνθρωπίνης ἰσχύος· κατ' αὐτὸν δὲ τουτονὶ τὸν τρόπον καὶ ἐπὶ τῆς σοφίας νοήσεις, ὅτι τὸ μωρὸν εἶναι δοκοῦν, σοφώτερον τῶν ἀνθρώπων ἐστίν. οἱονεὶ πρὸς τὰ μεγέθη καὶ κάλλη τῶν στοιχείων, οὐρανοῦ τε φημὶ καὶ ἡλίου καὶ τῶν λοιπῶν ἄστρων καὶ πυρὸς καὶ ὕδατος καὶ τῶν ἄλλων, συγκρῖναί τις βούλοιτο τὰ μικρὰ τῶν κτισμάτων καὶ ἐλάχιστα, ὀλίγη παντελῶς ἡ ἐν τούτοις εὑρεθήσεται δύναμίς τε καὶ σοφία, καὶ ὡς ἀπό γε