Ancient Greek
Page 255
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 255
Not analysed yet
τοῦ ἡττῆσθαι . . . τις εἶναι δόξειεν· ἀλλ' οὐκ ἂν γένοιτό τις τῶν ἐν ἡμῖν οὐδὲ τῶν οὕτως . . . ἐργάτης. ἀληθῶς οὖν, ὅτι τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν, καὶ τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν. ἔχει τοίνυν τὸ πάνσοφον ἡ οἰκονομία, βεβασίλευκε γὰρ συνετῶς ἁπάσης τῆς ὑπ' οὐρανὸν ἐν σοφίᾳ Χριστός. Καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Μαρτύριον τοῦ Θεοῦ φησι τὸν Χριστόν· μεμαρτύρηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐπ' αὐτῷ λέγων "Οὗτός ἐστιν ὁ υἱός μου "ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα." Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ κ. τ. λ. Καίτοι γὰρ οὕτω μετρίᾳ χρησάμενος ὑφηγήσει, ἐδεδίειν σφόδρα, φησὶ, μὴ ἄρα πως ἀμείνους τῆς ἐνούσης ἡμῖν εὑρισκόμενοι διανοίας, ὀνήσειαν μὲν οὐδὲν, ἀδικήσειαν δὲ μᾶλλον· τοῖς γὰρ νηπίοις τὴν φρένα τρυφερός τε καὶ εὐαφὴς πρέποι ἂν εἰς εἴδησιν λόγος, "τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, "τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων "πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ." γέγονε τοίνυν, φησὶν, ὡς ἐν ἀσθενείᾳ πολλῇ, καὶ οὐκ ἐν ὅλῃ δυνάμει τοῦ μυσταγωγοῦ πρὸς ὑμᾶς ὁ λόγος· οὔτε μὴν ἐν πειθοῖς σοφίας ἀνθρωπίνης ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει Θεοῦ· τῷ γὰρ κηρύγματι προσεπῆγον οἱ ἀπόστολοι καὶ θεοσημίας, ἀπόδειξιν ἐναργῆ τὸ χρῆμα ποιούμενοι τὸ χρῆναι πιστεύειν ὅτι Θεὸς ἐν τούτοις διὰ τοῦ Πνεύματος καὶ δι' αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων· ὡς ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τε καὶ ἐνεργείᾳ χρώμενοι, καὶ κατορθοῦν εὐκόλως τὰς τερατουργίας. τὰ μὲν γὰρ ἑλλήνων μυθάρια δέοιντ' ἂν