Ancient Greek
Page 256
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 256
Not analysed yet
εἰκότως τοῦ συνασπίζοντος λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος. Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. Πρόεισι μὲν ὁ λόγος τῶν ἁγίων μυσταγωγῶν διὰ λέξεως χαμαιπετοῦς, ἐνίησι δὲ τῶν θείων ἡμῖν μυστηρίων τὴν ἀκιβδήλευτον γνῶσιν, καὶ σοφίαν ὄντα Χριστὸν ἀποφαίνει, οὐ διὰ τῆς τῶν ἐν κόσμῳ σοφῶν καλλιεπείας, ἀλλ' ἐξ ἰδίας φύσεως μαρτυρούμενον, ὃν οὐδεὶς ἔγνω τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, οἵ τινές εἰσιν αἱ πονηραὶ δυνάμεις καὶ ἀντικείμεναι, αἵτινες λελαλήκασιν ἐν τοῖς τοῦ κόσμου σοφοῖς. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἔχει πολὺ τὸ εἰκὸς ὁ λόγος· τεθριάμβευκε γὰρ ὁ Χριστὸς διὰ τοῦ ἰδίου σταυροῦ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, προσηλώσας τῷ ξύλῳ "τὸ καθ' ἡμῶν χειρόγρα"φον," ἀπεσόβησεν τῆς καθ' ἡμῶν τυραννίδος τὸν σατανᾶν, κατήργηκε τοῦ κόσμου τὴν ἁμαρτίαν, ἀνήκας τοῖς κάτω πνεύμασι τὰς ᾅδου πύλας, καθεῖλε τοῦ θανάτου τὸ κράτος· εἶτα πῶς οὐκ ἀπηχθημένον τοῖς ἀκαθάρτοις δαίμοσίν ἐστι τὸ ἐπὶ τῷ σταυρῷ πάθος; οὐκ ἂν οὖν ἐσταύρωσαν, εἴπερ ᾔδεσαν ἀκριβῶς αὐτὸν ὄντα τὸν λυτρωτὴν καὶ τῆς δόξης Κύριον. ὅτι γὰρ διαβολικῆς ἀγριότητος ἔργον ἦν τὸ διὰ τῆς ἰουδαίων ἀπονοίας σταυροῦσθαι Χριστὸν, παρέδειξεν ἐναργῶς ὁ θεσπέσιος Ἰωάννης εἰπὼν περὶ τοῦ Ἰούδα "Μετὰ γὰρ τὸ "ψωμίον, φησὶν, εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς," ὃς οὐκ ᾔδει Θεὸν ὄντα τὸν Ἰησοῦν· εἰ γὰρ καὶ ἔγνω καὶ ἐπέπειστο, πῶς ἐπείραζεν αὐτὸν ἐν τῇ ἐρήμῳ λέγων "Εἰ υἱὸς εἶ τοῦ