Ancient Greek
Page 259
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 259
Not analysed yet
Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Ἐπειδὴ Χριστὸς ἡμᾶς ἐξηγόρασεν τῷ τιμίῳ αὐτοῦ αἵματι τὸν τῆς σαρκὸς ἀνατλὰς θανατὸν, τοῦ ἀγοράσαντος πάντως ἐσμὲν, οὐχ ἑτέρων, εἰ καὶ γεγόνασιν εἰς ἡμᾶς τινες διάκονοι καὶ διαλλάκται καὶ μεσίται καὶ μυσταγωγοὶ τῆς παρ' αὐτοῦ χάριτος· διὸ οὐχ ἑτέρων ὀνομαζόμεθα ἀλλὰ μόνου Χριστοῦ ὃς καὶ κυριεύει ἡμῶν. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἐπειδὴ οἶκον ὠνόμασεν Θεοῦ τοὺς πεπιστευκότας, θεμέλιον εἰκότως ὀνομάζει Χριστόν· καὶ πολλοὶ μὲν διδάσκαλοι γεγόνασι παρὰ Κορινθίοις, αὐχεῖ δὲ ὁ Παῦλος τὸ πρῶτος εἶναι τῶν ἄλλων, καὶ οἷόν τις ἀπαρχὴ τῶν εὐαγγελισαμένων αὐτοῖς τὸ Χριστοῦ μυστήριον, ὅς ἐστι θεμέλιος ἀκατάσειστος, ἀνέχων τοὺς ἐποικοδομουμένους αὐτῷ, καὶ ναοὺς ὑποφαίνων, συναρμολογουμένους τε ἀλλήλοις διὰ τῆς πίστεως καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι συμβαίνοντος εἰς ὁμοψυχίαν· περὶ τούτου τοῦ θεμελίου ἔφασκεν ὁ Θεὸς καὶ Πατὴρ διὰ προφήτου "Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν "λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια "αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Τεθεικέναι τοίνυν ὁ Παῦλος εὖ μάλα φησὶ τὸν θεμέλιον αὐτὸς, καὶ δύνασθαι μὲν ἑτέρους ἐπεργάζεσθαί τε καὶ οἰκοδομεῖν, οὐ μὴν ἔτι καταθεῖναι καὶ ἕτερον παρὰ τὸν ἤδη κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός· "οὐ γάρ ἐστιν ἕτερον ὄνομα "ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἄνθρωποις, ἐν ᾧ δεῖ "σωθῆναι ἡμᾶς." "Εἷς γὰρ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ