Ancient Greek
Page 260
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 260
Not analysed yet
"πάντα καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, "δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ, καὶ αὐτός ἐστιν ἡ "κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας." εἴ τις οὖν ἀρνεῖται τὸν θεμέλιον καὶ παραιτεῖται τὴν πέτραν, οὐκ οἰκοδομεῖ ἐπ' αὐτῇ ἀλλ' εἰς τὴν ἄμμον· ταύτῃτοι καὶ λίαν εὐκόλως κατασεισθήσεται· ὃ γὰρ μὴ ἀνέχῃ Χριστὸς, τοῦτο δὴ πάντως κινηθήσεται, οὐχ ἑδραίαν ἔχων τὴν στάσιν. Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμὰς ἐφυσιώθησάν τινες. Ἐπειδή τινες ἦσαν ἐν Κορίνθῳ οἰόμενοι ἀρκεῖν ἑαυτοῖς καὶ μὴ δεῖσθαι διδασκάλων, καὶ ὑπεραίρειν ἐν σοφίᾳ κοσμικῆς εὐγλωττίας τὸν Παῦλον· καὶ διὰ τοῦτο ἀνεφυσῶντο πρὸς ὑπεροψίαν κατεξανιστάμενοι τῶν ἄλλων, ὅμως οὐκ ἀνεπίληπτοι κατὰ τὸν βίον. ἐπεὶ οὖν πεφυσίωνταί τινες ἀπόντος μου καὶ νομίζουσι διὰ τοῦτό με ἀπολιμπάνεσθαι ὡς δεδιότα τοῦ ἐλθεῖν αὐτοῖς εἰς λόγους, ὅπερ οὐχ οὕτως ἔχει, ἥξω θέλοντος καὶ ἐπιτρέποντος Θεοῦ. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἐπηγγείλατο μὲν ἀφίξεσθαι πλὴν οὐ πάντως, ἀλλ' ὡς πρέπον ἦν ἐπιεικῶς προσθεὶς τὸ ἀναγκαῖον τό Ἐὰν ὁ Κύριος θελήσῃ· δεῖ γὰρ ἡμᾶς οὐχ ἑτέρως ἢ φρονεῖν ἢ λέγειν ἢ ὧδέ τε καὶ μόνος. Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Τίς ἡ ὄνησις λέξεως λαμπρᾶς ἐχούσης τῶν ἀγαθῶν οὐδὲν, ὁποῖα ἡ τῶν ἑλλήνων ἐστίν; ἡ δέ γε τῆς θεοπνεύστου γραφῆς ἁπλὴ μέν ἐστι καὶ κατειθισμένη, πλουσίως γεμὴν ὀνίνησι καὶ ἀποφέρει λαμπρῶς εἰς ἐπίγνωσιν ἀληθῆ τοῦ