Ancient Greek
Page 261
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 261
Not analysed yet
κατὰ φύσιν ὄντος Θεοῦ· ἀποτελεῖ δὲ πρὸς τοῦτο καὶ παντὸς ἀξια[γας]τοῦ πράγματος ἐπιμελητάς· οὗ δὴ γεγονότος, καταπλουτήσειεν ἄν τις καὶ τῶν διὰ Πνεύματος χαρισμάτων τὴν ἀξιόληπτον χάριν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν δυνάμει· τὸ δέ Ἐν δυνάμει νοήσεις, εἰ μὲν ἐπ' αὐτῶν φέροιτο τῶν ἁγίων ἀποστόλων, ὡς ἐν ἰσχύϊ τε καὶ ἐνεργείᾳ τῇ διὰ τοῦ Πνεύματος, καθ' ἥν εἰσι καὶ θαυματουργοί· εἰ δ' ἐφ' ἡμῶν αὐτῶν, ὡς ἐν δυνάμει ζωῆς τῆς ἁγίας καὶ εἰλικρινοῦς ἐκδέξῃ τὸ εἰρημένον. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ; Βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵᾳ τινὶ ῥάβδῳ ἐπαγάγω τοῖς ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ ῥᾴθυμον καὶ τῆς τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν· περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἰωήλ "Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς "τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ "Θεοῦ αὐτῶν." ταύτην φησὶ τὴν πορνείαν οὐδὲ ἐν τοῖς ἔθνεσιν ἔστιν ἀκοῦσαι· Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγμένον ἐπὶ τῷ ἰδίῳ παιδὶ, ἐπαρασάμενόν τε αὐτῷ, καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυιᾶς· καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατεσκωμμένους. Παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Ἀπέδειξε δι' ὧν τὸν πεπορνευκότα δέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς ἵνα τὸ πνεῦμα σωθῇ, τί ἐστιν "Οὐκ ἐν λόγῳ "ἀλλ' ἐν δυνάμει ἡ βασιλεία τῶν οὐρανῶν·" ἐξουσίας γὰρ