Ancient Greek
Page 264
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 264
Not analysed yet
ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα θάνατον καταργήσῃ δι' ἑαυτοῦ· καὶ τοῦτο ἡμᾶς ἀπαλλάσσει φθορᾶς καὶ τῶν τοῦ θανάτου βρόχων καὶ ἀμείνους ποιεῖ παθῶν σαρκικῶν. καὶ δεχόμεθα τὴν ἄζυμον ἐν ἑαυτοῖς διδασκαλίαν τῶν θείων λογίων τὴν τρέφουσαν τὸ ἡγεμονικὸν, καὶ συζῶμεν Χριστῷ, δῆλον δὲ ὅτι πνευματικῶς, περιγενόμενοι τῶν τῆς σαρκὸς παθῶν. εἰ τοίνυν αὐτός ἐστιν "ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας," ἡμεῖς ἄρα ἐσμὲν οἱ καθ' ἕκαστα μέλη· ὅταν οὖν εἰς ἀτόπους ἡδονὰς καταπίπτωμεν, τότε δὴ τότε πλημμελήσομεν εἰς αὐτὸν, οὗ καὶ γεγόναμεν μέλη· πόρνοις γὰρ ὥσπερ τὰ αὐτοῦ χαριούμεθα· τὰ μέλη αὐτοῦ μολύνονται τῇ ἁμαρτίᾳ καὶ πόρνης ποιοῦνται μέλη. ὥσπερ γὰρ ὁ γυναικὶ κολλώμενος ἓν πρὸς αὐτὴν ἔσται σῶμα, οὕτως καὶ ὁ Θεῷ συνδεσμούμενος νοητῶς ἒν πρὸς αὐτὸν ἔσται πνεῦμα· γεγόναμεν γὰρ "θείας κοινωνοὶ φύσεως," συνήφθημέν τε καὶ ἡγιάσμεθα διὰ τοῦ Πνεύματος ἐν Χριστῷ.