Ancient Greek
Page 265
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 265
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΥ Γ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ΦΑΙΗ τις ἄν Ὁ φονευτὴς, εἰπέ μοι, τίνα δὴ τρόπον ἐνεργήσει τὸν φόνον; ἆρ' οὐ δι' αἵματος; εἰ δὲ δή τις ἕλοιτο φιλοψογεῖν ἑτέρους, οὐ διὰ γλώττης ἐστὶ τοιοῦτος; εἶτα ποῖον ἔσται τῶν πλημμελημάτων ὃ δρῶτο ἂν, οὐχὶ διὰ τοῦ σώματος; ψευδοέπης οὖν ἆρα λοιπὸν ὁ πνευματοφόρος ἀναφανεῖταί που; μὴ γένοιτο· λαλεῖ γὰρ ἐν Χριστῷ, Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια· ἔσται δὴ οὖν ἀληθής. εἰ τῇδέ πη. τὸ χρῆμα διασκεπτόμεθα, εἴ τις ἕλοιτο τυχὸν σκαιὸς εἶναι τοὺς τρόπους, εἰς ἑτέρους που πάντως ἔσται τοιοῦτος καὶ οὐκ εἰς ἑαυτόν. ἀποκτενεῖ γὰρ ὁ φονευτὴς, οὐχ ἑαυτὸν, ἀλλ' ἑτέρους, ὑβρίσει δὲ καὶ ὁ λοίδορος οὐχ ἑαυτὸν, ἀλλ' ἑτέρους, ἀδικήσει δὲ καὶ ὁ πλεονέκτης οὐχ ἑαυτὸν ἀλλ' ἐφ' ἑτέρους, καὶ ἐφ' ἑκάστῳ τῶν ἐκτόπων τινὰ τῶν δρωμένων τοιαύτην εὑρήσεις ὁδόν. οὐκοῦν κατὰ τόνδε τὸν τρόπον Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἁλώσεται γὰρ ἀδικῶν αὐτὸ τὸ ἴδιον σῶμα,