Ancient Greek
Page 267
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 267
Not analysed yet
τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἄρα ναοὶ Θεοῦ ζῶντος, ἐναυλίζεται γὰρ ἡμῖν δι' Ἁγίου Πνεύματος Χριστὸς, ἔχων ἐν ἰδίᾳ φύσει καὶ τὸν ἐξ οὗ πέφηνεν οὐσιωδῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτός "Ἐάν τις ἀγαπᾷ με, "τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐ"τὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ "ποιησόμεθα." ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονὴ, ἀναφοιτάτω δὲ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία, καὶ παραστήσωμεν "τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, "εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν" ἡμῶν· ἠγοράσθημεν γὰρ "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ "αἵματι," κατὰ τὸ γεγραμμένον· οὐκοῦν τῷ πριαμένῳ δουλεύσωμεν, αὐτῷ παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοὴν, "καὶ "τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·" γέγραπται γὰρ ὅτι "Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ "Κύριος τῷ σώματι." ὅταν τοίνυν τηρῶμεν τὰ μέλη τοῦ σώματος, τὸν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμὸν, τότε καὶ ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γὰρ ἐν ἁγίοις ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. Ἐλαφροὶ καὶ εὐπάροιστοι κατεφωρῶντο λίαν εἰς πᾶν ὁτιοῦν τῶν σφίσι καθ' ἡδονὴν οἱ ἐξ Ἰσραήλ· ταύτῃτοι δικαίως τὸ χρῆναι γνωμοδοτεῖν παρῄρηντο νόμῳ· ἐπ' αὐτῶν γὰρ, φησὶν, οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγηταὶ βεβηκότα τὸν νοῦν ἔχοντες εἰς τὸ ἀγαθὸν, καὶ αὐτὸν ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστὸν, ἐθαρσήθησαν εἰκότως