Ancient Greek
Page 268
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 268
Not analysed yet
ἐπ' ἐξουσίας ποιεῖσθαι πολλῆς τοὺς τῆς ὑφηγήσεως λόγους, κἂν εἰ μή τι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμμασιν· τοιοῦτός τις ὑπάρχων καὶ ὁ θεσπέσιος Παῦλος Λέγω δέ φησι τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγὼ, καὶ τὰ ἑξῆς· ἔνθα μὲν γὰρ οὐ θεῖος ἡμῖν νόμος τό Λέγω τέθεικεν ἀναγκαίως· οὗ δὲ Χριστὸς ὁ προστάττων ἦν, τό Παραγγέλλω φησὶ, προσεπάγων εὐθὺς τό Οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος· τί δὲ ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθετοῦντι Χριστῷ; ἐπινοοῦσι δὲ τί τὸ ἄμεινον οἱ μυσταγωγοί; καίτοι πῶς οὐκ ἀμαθὲς καὶ ἀπόπληκτον παντελῶς τὸ μὴ ἀρτίως ἔχειν οἴεσθαι τὰ παρὰ Χριστοῦ; τί οὖν ἐροῦμεν; οὐκ ἀπέφησεν τὸν γάμον τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἐπιμετροῦντος οἶμαί που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τὴν ἐντολήν· ἔφη γὰρ τοῖς πειράζουσι φαρισαίοις ὁ Κύριος ἐρωτήσασιν αὐτόν "Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυ"ναῖκα αὐτοῦ" μὴ ἐπὶ πορνείᾳ, ὅτι ὁ ἀπολύων "τὴν γυναῖκα "αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι." πρὸς ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί "Εἰ οὕτως ἐστὶ τοῦ "ἀνθρώπου ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆ"σαι· ὁ δὲ εἶπεν αὐτοῖς Εἰσὶν εὐνοῦχοι οἵτινες ἐκ κοιλίας "μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐ"νουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵ"τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· "ὁ δυνάμενος χωρεῖν χωρείτω." προὔθηκε γὰρ τοῖς ἐθέλουσι κατορθοῦν, οὐ μὴν ὑπήγαγε νόμῳ, ὅτι μὴ πάντας ἠπίστατο τῶν τῆς σαρκὸς κινημάτων κατευμεγεθεῖν δύνασθαι.