Ancient Greek
Page 274
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 274
Not analysed yet
σασθαι τὸ κακὸν, μεταστοιχειοῦντος ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς τοῦ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ οὔτε δοῦλος οὔτε "ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν" αὐτός. καὶ γοῦν ὁ Ἡσαΐας τοῦ προσδοκωμένου καὶ τοῦ μέλλοντος ἔσεσθαι βίου τὴν κατάστασιν καὶ τὴν ἰσότητα τὴν παρὰ Θεῷ προανακέκραγεν λέγων "Καὶ ἔσται ὁ λαὸς ὡς "ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ "κυρία." οὐκοῦν κἂν εἰ δύναιό φησιν ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· καὶ γάρ ἐστιν, ὡς ἔφην, οὐκ ἀκερδὴς ὁ ζυγὸς τοῖς ἀγαθῇ κεχρημένοις εὐνοίᾳ καὶ ὀρθῶς ἐν αὐτῷ διαγεγονόσιν· ἀδικήσει δὲ τὸ σύμπαν οὐδὲν τὸ νῦν ἐκ πλεονεξίας ἐπεῤῥίφθαι τισὶ τὴν κατὰ σάρκα δουλείαν, ἔσται ἂν ἅπασιν ἐν ἴσῳ τρόπῳ καὶ λόγῳ σώζηται τὸ ἐλεύθερον παρά γε τῷ τὰ δίκαια κρίνοντι καὶ τὰ καθ' ἡμᾶς ὁσίως ταλαντεύοντι Θεῷ. ἄλλως τε, φησὶν, οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀνθρώπους ὄντας ἡμᾶς τὸ τῆς δουλείας ὄνομα φυγεῖν· δοῦλον γὰρ ἅπαν ἐστὶ τὸ πεποιημένον καὶ τοῖς θείοις ὑποφέρεται σκήπτροις πᾶν ὅπερ ἐστὶ κεκλημένον εἰς γένεσιν· ὥστε καὶ ὁ δοῦλος ἀπελεύθερός ἐστι Χριστοῦ, δοῦλος δὲ πάντως καὶ ὁ κεκλημένος εἰς ἐλευθερίαν, καθά φησιν ὁ ψαλμός "ὅτι τὰ "σύμπαντα δοῦλα σά." Ἀποφαίνει γεμὴν ὁ μυσταγωγὸς καὶ καθ' ἕτερον τρόπον ὠφελουμένους Χριστῷ τοὺς δι' αὐτὸν σεσωσμένους· ταύτῃ τοί φησι Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· ἠγοράσμεθα μὲν γὰρ τιμῆς ὁμολογουμένως τεθεικότος ὑπὲρ