Ancient Greek
Page 275
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 275
Not analysed yet
ἡμῶν τὸ ἴδιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐξῃρήμεθα δὲ τῆς τοῦ διαβόλου πλεονεξίας, τῆς τῶν δαιμονίων ὠμότητος, κεκλήμεθα δὲ πρὸς ἐλευθερίαν διὰ Χριστοῦ. οὐκοῦν ὡς ἠγορασμένοι καὶ τῷ πριαμένῳ τὴν ἑαυτῶν ὀφείλοντες ζωὴν, μὴ γίνεσθέ φησι δοῦλοι ἀνθρώπων. καὶ οὔτι φαμὲν ὡς τῆς κατὰ σάρκα δουλείας ἀποπηδᾶν ἀναπείθει, διδάσκει δὲ μᾶλλον ἐκεῖνο καὶ μάλα ὀρθῶς μὴ δουλεύειν τοῖς ἀποφέρειν τοὺς πεπιστευκότας ἐπιχειροῦσιν εἰς νομικὴν παρατήρησιν, καὶ τῆς ἀρχαίας ἀπάτης ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις ἑλέσθαι πληροῦν συμβουλεύουσιν. ἐπειδὴ τοίνυν, φησὶ, τιμῆς ἠγοράσθητε, καὶ "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ "ἐλυτρώθητε, τιμίῳ δὲ μᾶλλον αἵματι ὡς ἀμνοῦ ἀμώμου "καὶ ἀσπίλου Χριστοῦ," τοῖς αὐτοῦ μᾶλλον ὑποταττώμεθα νόμοις. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἐπειδὴ οἱ πιστοὶ τῶν ἐν Κορίνθῳ ἦσαν πεπεισμένοι ὅτι Θεὸς κατὰ φύσιν εἷς καὶ μόνος, καὶ ὅτι τὰ εἴδωλα οὐ θεοὶ, καὶ κατεγέλων τῶν θυόντων αὐτοῖς λέγοντες οὐδὲν ὅλως εἶναι τὸ ἱερόθυτον, καὶ ἤσθιον ἀδιακρίτως ταῦτα οὐδένα μολυσμὸν ἐκ τούτου λογιζόμενοι· ἐσκανδάλιζον δὲ τοὺς ἀσθενεῖς τοὺς νομίζοντας μὴ προσκρούειν Θεῷ εἰ τὰς τῶν εἰδώλων τιμήσειαν ἑορτάς· τούτου χάριν ἀνακόπτει ταύτας ὁ Παῦλος, μονοτρόπους εἶναι θέλων τοὺς πιστοὺς μόνῳ τῷ παναγίῳ λατρεύοντας Θεῷ.