Ancient Greek
Page 276
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 276
Not analysed yet
Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῖς ὅλως οὐκ εἰδόσι τὰ εἴδωλα, ἢ καὶ εἰδόσιν ἀκριβῶς ὅτι ξύλα εἰσὶ καὶ λίθοι ψιλὰ, οὐδὲν εἴδωλον ἐν κόσμῳ, οὐδὲ γὰρ ὅλως ἀξιοῦσι ταῦτα λόγου τινὸς, ἀλλ' οὕτω φρονοῦντες, εἰς ἕνα πιστεύουσι Θεὸν καὶ Πατέρα ἐξ οὗ τὰ πάντα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν δι' οὗ τὰ πάντα. ἔχοντος· τὴν τῆς κυριότητος δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ τεχθέντος ἐξ αὐτοῦ τὴν ὑπεροχὴν τοῦ τεκόντος αὐτὸν, ὡς ἐν ἰδίᾳ φύσει ὑπάρχοντός τε καὶ νοουμένου Θεοῦ, οὐ κατὰ μέθεξιν τὴν ἐν Πνεύματι θεοὶ καὶ κύριοι κέκληνται πολλοὶ, ἥνπερ γνῶσιν ὀλίγοι ἔχουσιν. Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί. Κατὰ τὸ ἀξιωθῆναι τῆς τοῦ Ἁγίου Πνεύματος μετοχῆς, θεοὶ καὶ κύριοι κέκληνται πολλοί· καὶ τὴν μυστικὴν ταύτην γνῶσιν ὀλίγοι ἔχουσιν. οἱ μὲν γὰρ ἄπιστοι πολλοὺς ἔτι νομίζουσι θεοὺς, τινὲς δὲ καὶ τῶν εἰς Χριστὸν πιστευσάντων ὁλοτρόπως οὐκ ἀφίστανται τῶν τῆς εἰδωλολατρείας ἐθῶν. Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Τῶν εἰς Χριστὸν πιστευσάντων τινὲς ὁλοτρόπως οὐκ ἀποστάντες τῆς εἰδωλολατρείας, ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. ἀπὸ γὰρ ἀσθενοῦς ψυχῆς, ἴσως καὶ νομίζουσιν ὠφελεῖν αὐτοὺς τῷ μετασχεῖν ἱερῶν θυσιῶν ἀγγεύσασθαι καὶ βρῶσιν ποιεῖσθαι τὸ ἱερόθυτον. ἀναγκαῖον δὲ τοὺς ἀσθενεῖς πνευματικαῖς διδασκαλίαις ψυχαγωγεῖν, οὐ μὴν τὸ ἀδιαφόρως ἐσθίειν καὶ τοῖς ἀπίστοις συγκατακεῖσθαι.