Ancient Greek
Page 281
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 281
Not analysed yet
στον ἔχοντα τὴν τρίχα προσῄεσαν τῷ Θεῷ, μονονουχὶ καταβοώσης ἀμφοῖν τῆς φύσεως· δεδώρηται γὰρ ἀνδρὶ μὲν τὴν παῤῥησίαν, αἰδοῖ δὲ τὸ γύναιον συστέλλει πρὸς εὐκοσμίαν. ἐπειδὴ δὲ ἦν ἀκόλουθον λογισμοῖς αὐτοὺς ἀναγκαίοις ἐκδυσωπεῖν εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ἃ χρὴ, καὶ οἱονεί τινα βραβευτὴν τοῦ ἑκατέρῳ πρέποντος τὸν τῆς φύσεως ποιεῖσθαι νόμον, πειρᾶται ὁ Παῦλος ἐκ τοῦ φυσικοῦ νόμου πεῖσαι φρονεῖν ἃ χρὴ, καὶ ἄνεισιν ἐπὶ τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν. κεφαλὴν ἐνθάδε φησὶ τὸ ἀρχέτυπον κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕκαστον νοοῖτ' ἂν εἰκότως, καὶ οὐσιώδη πως τὸν τῆς εὐγενείας, εἴτ' οὖν ἑτέρως ὁμοφυΐας, διακληρώσασθαι τρόπον. γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τουτέστιν Ἀδὰμ, κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ· οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημιουργός "Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." οὐκοῦν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστὸς, ἀρχέτυπος μὲν ὡς Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ' ἡμᾶς καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, καὶ γοῦν υἱὸν ἑαυτὸν ἀνθρώπου κατονομάζεται πανταχοῦ καίτοι τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν ἀπόῤῥητον ἔχων· γέγονε λοιπὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου τουτέστιν Ἀδὰμ ἡ γυνὴ, ἔκφυλος δὲ οὐδαμῶς, ὁμοφυὴς δὲ μᾶλλον καὶ ὁμοειδὴς αὐτῷ· καὶ τοῦτο αὐτὸς διωμολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ φήσας "Τοῦτο νῦν "ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου," καὶ τὰ ἑξῆς. Ἐπειδὴ δέ τινες γενητὸν λέγουσι τὸν Υἱὸν, ὡς καὶ τὰ λοιπὰ κτίσματα, ὧν, φησὶν, ἐστὶ κεφαλὴ ὁ Χριστός· κεφαλὴ γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός· διενθυμεῖσθαι δεῖ καὶ πρό γε