Ancient Greek
Page 282
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 282
Not analysed yet
τῶν ἄλλων αὐτοὺς ὅτι τῆς βλασφημίας ἡ δύναμις, οὐ τῆς ἐφ' Υἱῷ θεωρίας ἅψεται μόνης, διελάσει δὲ ὥσπερ ἀσχέτῳ διάττουσα δρόμῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα· καὶ τίνα τρόπον, ἐρῶ. εἰ γὰρ εἶναι γενητόν φασιν, καὶ τοῖς κτίσμασιν ἐναρίθμιον ἡγεῖσθαι πρέπειν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἐπείπερ ἐστὶ κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἂν νοοῖτο κατὰ τὸν ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἴπερ ἐστὶ κεφαλὴ τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοί φασι, πάντη τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι φυσικοῖς εἰς ταυτότητα συνδεῖται νόμοις· οὐκοῦν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές· πῶς οὖν ἔτι τὴν τῶν γεγονότων ὑπερνήχεται φύσιν; ἢ τίνα ζητήσωμεν τὸν ὅλων Δημιουργόν; ἀλλ' οὐ ταῖς ἐκείνων ἀβελτερίαις ἑψόμεθα· πόθεν; ἀγένητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγενήτου Πατρὸς τὸν ἐξ αὐτοῦ φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις ὁμόφυλα κατά γε τὸ ἀνθρώπινον εἰς "κεφαλὴν τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ "τὸ σῶμα αὐτοῦ·" πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι κατὰ τὴν τοῦ Παύλου φωνήν. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ κ. τ. λ. Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται