Ancient Greek
Page 289
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 289
Not analysed yet
λόγου καὶ θαύματος οἱ μακάριοι προφῆται· ταῦτα δὲ εἶναί φαμεν τὰ τῶν δυνάμεων ἐνεργήματα δι' ἑνὸς τοῦ Πνεύματος· ἀλλὰ καὶ προφητεύει τις ἕτερος, πλὴν οὐ δίχα τοῦ Πνεύματος· ἔχει δέ τις καὶ διακρίσεις πνευμάτων, πλὴν ἐν αὐτῷ τῷ Πνεύματι· ποίων δὲ πνευμάτων, εἴρηται πρότερον· διδόναι γεμὴν καὶ ἑτέροις ἰσχυρίζεται τὸ εἰδέναι γένη γλωσσῶν, καὶ μέντοι καὶ ἑρμηνείας· χάρισμα δὲ τοῦτό φαμεν ἴδιον καὶ ἐν καιρῷ καὶ χρείᾳ τισὶν οἰκονομικῶς κεχορηγημένον. Ἀλλ' οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτὰς, οἱ δὲ συνῆσαν διερμηνεύοντες καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γεμὴν ὁ θεσπέσιος Παῦλος τοῖς τὸ τηνικάδε διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς ἐν μοίρᾳ χαρίσματος, ἀλλ' ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προφητικὸν παρετίθει λόγιον οὕτως ἔχον "Ὅτι ἐν ἑτερογλώσσοις "καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' "ὡς πιστεύσουσιν." ἐνεργεῖ δὲ διαφόρως ἐν ἑκάστῳ τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν τελεωτάτην ἔχει τὴν σύστασιν. ταύτῃτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ περιεστάλθαι φησὶν αὐτὴν "ἐν ἱματισμῷ διαχρύσῳ" περιπεποικιλμένῳ, τὸ τῶν χαρισμάτων οἶμαι πολυειδὲς καὶ τίμιον ὡς ἔν γε τούτῳ σημαίνων. Ὅτι τοίνυν ἔμελλον οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοὶ γλώσσῃ