Ancient Greek
Page 290
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 290
Not analysed yet
τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς· ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοι τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ ὅτι "ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς" καὶ τὰ ἑξῆς· ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν, συνίεσαν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν, ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ κ. τ. λ. Ἡνώμεθα γὰρ ἀλλήλοις, σύσσωμοί τε γεγόναμεν ἐν Χριστῷ, συνεγείραντος ἡμᾶς καὶ μονονουχὶ συνδέοντος διὰ τοῦ ἑνὸς καὶ ἐν πᾶσιν Ἁγίου Πνεύματος, ὃ καὶ ἐν πόματος τάξει ζωοποιοῦ πεποτίσμεθα. καὶ γοῦν ἔφη Χριστὸς ὅτε πρὸς τὸ γύναιον ἐποιεῖτο τοὺς λόγους τὸ ἐπὶ τῇ πηγῇ τοῦ Ἰακώβ "Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς "δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται "ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." ἔφη δέ που καὶ πρὸς Ἰουδαίους "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς "εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν