Ancient Greek
Page 291
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 291
Not analysed yet
"ὕδατος ζῶντος· τοῦτο δὲ εἶπεν, φησὶ, περὶ τοῦ Πνεύματος "οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." καὶ μὴ θαυμάσῃς· εἰ γάρ ἐστιν αὐτὸς "ὁ ποταμὸς τοῦ Θεοῦ," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ὁ πλήρης ὑδάτων, ὁ χειμάῤῥους τῆς τρυφῆς, ὃν ποτίζειν λέγεται τοὺς ἀγαπῶντας αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ, πῶς οὐκ ἔδει τὸ Πνεῦμα αὐτοῦ πόμα τε καὶ ὕδωρ νοεῖσθαι τὸ ζωοποιόν; οὐκοῦν εἰς ἑνότητα κεκλημένοι διὰ τοῦ Πνεύματος, σύσσωμοί τε γεγονότες Χριστῷ, τῆς ἀγάπης τὸν σύνδεσμον τηρήσωμεν ἀῤῥαγῆ. ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Β. Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ κ. τ. λ. Ἐξίστησιν αὐτοὺς τοῦ χρῆναι νομίζειν ὥς ἐστι δὴ μᾶλλον πρὸς εὐκλείας αὐτῆς τοῦ διερμηνεύειν τὰ προφητῶν, τὸ γλώσσαις λαλεῖν· προϋποκειμένων γὰρ ἐν ἡμῖν καὶ προτιμωμένων πίστεώς τε καὶ ἐλπίδος καὶ μὴν καὶ ἀγάπης τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς, ἥτις καὶ παντὸς τοῦ νόμου τὴν πλήρωσιν ἔχει, προσεπαγέσθω τὰ ἕτερα· τότε γὰρ τότε καὶ λίαν ἐπὶ καιροῦ καὶ αὐτῶν ἐσόμεθα τῶν παρὰ Θεοῦ χαρισμάτων μεμεστωμένοι, καὶ τὰς διὰ τοῦ Πνεύματος καταπλουτήσομεν δωρεάς· τὸ προφητεύειν δύνασθαί φημι, τουτέστι τὸ διερμηνεύειν τὰ προφητῶν. ἐνηνθρωπηκότος γὰρ ἅπαξ τοῦ Μονογενοῦς, παθόντος τε καὶ ἐγηγερμένου, καὶ τῆς καθ'