Ancient Greek
Page 298
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 298
Not analysed yet
λοὶ γὰρ λίαν οἵ τε τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως μάρτυρες· εἶναι λοιπὸν κατ' οὐδένα τρόπον ἐνδοίαστον τὸ ἐκτεθνάναι μὲν ὑπὲρ ἡμῶν κατὰ σάρκα Χριστὸν Ἰησοῦν, ἵν' ἐξέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἐγηγέρθαι τε αὖ πατοῦντα τὸν θάνατον, ἵνα καὶ ἡμεῖς τὸ χρῆμα κερδάνωμεν. ἀναγκαίως δὲ εἰς τὸ παρὸν οὐ τεθνάναι μόνον, ἀλλὰ καὶ τετάφθαι φησὶν αὐτόν· πιστούμενος γὰρ τὸ τεθνάναι κατὰ ἀλήθειαν ὁ Ἐμμανουὴλ, τέθειται ἐν μνημείῳ· πλὴν ἀνεβίω, καθάπερ ἔφην ἀρτίως· διὰ μὲν τοῦ τεθνάναι σαρκὶ πληροφορῶν ὅτι γέγονε σὰρξ, καίτοι Θεὸς ὢν ὁ Λόγος· διὰ δὲ τοῦ πατῆσαι τὸν θάνατον, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐναργῶς ἀποφαίνων. πλὴν οὐκ ἀλλότριον ζωοποιεῖ ναὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐδὲ τό τινος ἁπλῶς, σῶμα δὲ μᾶλλον τὸ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὑπὲρ ἡμῶν τεθνάναι λέγεται, ἵνα καὶ τὸ τῆς ἀναστάσεως ἀγαθὸν ὑπὲρ ἡμῶν ἀληθῶς γεγονὸς εὑρεθῇ· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πατοῦσα τὸν θάνατον· οὕτω γὰρ αὐτῷ συνταφῆναί τε καὶ συνεγηγέρθαι λεγόμεθα, συγκαθίσαι τε καὶ "ἐν τοῖς ἐπουρανίοις." οὐκοῦν ἐγηγέρθαι μέν φησι κατὰ τὰς γραφὰς, ὦφθαι δὲ τοῖς ἁγίοις ἀποστόλοις, ἀνὰ μέρος τε τισὶν ὡς ἐξειλεγμένοις, καὶ μὴν καὶ κατὰ πληθύν· ὤφθη δὲ κἀμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι τῶν ἀποστόλων. μετριάζει δὲ σφόδρα, διῶξαί τε τὴν ἐκκλησίαν ἰσχυρίζεται, πλὴν ἠλεῆσθαι παρὰ Χριστοῦ καὶ κεκλῆσθαι πρὸς ἀποστολήν· ἀποφῆναι δὲ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, οὔτε τοῖς ἀρχαίοις ἁγίοις ἠγνοημένον· προείρηται γάρ· οὔτε μὴν τοῖς