Ancient Greek
Page 299
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 299
Not analysed yet
ἐξειλεγμένοις εἰς ἀποστολὴν οἳ καὶ "αὐτόπται καὶ ὑπηρέται "γεγόνασι τοῦ λόγου." Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Καταπλήττεται τῶν οὐκ οἶδ' ὅπως ἀναπεπεισμένων ταῖς ἱεραῖς τε καὶ θείαις ἀντιφέρεσθαι γραφαῖς, καὶ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν ἀποτολμώντων· εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς οὐχ ἵνα μένῃ νεκρὸς, ἀλλ' ἵνα κρείττων θανάτου καὶ φθορᾶς εὑρεθεὶς, ὁδὸς ὥσπερ τις καὶ θύρα τῇ τοῦ ἀνθρώπου γένηται φύσει πρός τε τὸ δύνασθαι καταθλεῖν τῆς φθορᾶς καὶ παλινδρομῆσαι πρὸς ζωὴν, πῶς, ἐγηγερμένου τοῦ δι' ἡμᾶς ἐν νεκροῖς ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ πρὸς ζωὴν, τοῖς τοῦ θανάτου βρόχοις καταδεσμοῦσιν ἔτι τοὺς δι' οὓς τεθνάναι καὶ ἀναβιῶναι λέγεται Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουήλ; τί παραιροῦνται τὸ γένος τὸ ἀνθρώπινον τῶν ἐξ ἀναστάσεως ἀγαθῶν, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας συκοφαντοῦσι πέρας; εἰ γὰρ γέγονεν ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἕψεταί που πάντως ἀπαρχῇ ἰδίᾳ τὸ λεῖπον αὐτῇ, καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν ἂν, καὶ μάλα εἰκότως, οἷόν περ ἂν νοοῖτο πρωτότοκος. καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος "Εἰ γὰρ "σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, "ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα." οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσίενται δὲ τῆς ἐκ