Ancient Greek
Page 322
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 322
Not analysed yet
ἀναγκαίως τοιγαροῦν συνεισδεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν εἰς τὸν τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος λόγον, ἵνα καὶ Θεὸς εἷς χορηγὸς ὑπάρχων νοῆται τῶν πνευματικῶν ἀγαθῶν. Χριστὸν δὲ Ἰησοῦν ὀνομάζων, τὸν ἐκ Θεοῦ Λόγον ἐν σαρκὶ πεφηνότα δηλοῖ· εἰ δέ ἐστι χορηγὸς ὧν ἂν καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ Θεὸς κατὰ φύσιν καθ' ἕνωσιν οἰκονομικὴν μετὰ τῆς ἰδίας σαρκὸς νοεῖται Χριστός; οὕτω καὶ ὁ σοφώτατος Παῦλος περὶ τῶν ἐξ Ἰσραήλ που φησίν "Ὧν "οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ "πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν." ΤΟΜΟΣ Α ΛΟΓΟΣ Β. Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει "Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ·" τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια, κατὰ τὸ γεγραμμένον· ἔμπλεων δὴ οὖν ἀληθείας, ἤτοι τοῦ Ἁγίου Πνεύματος, τὴν διάνοιαν ἔχοντες οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων κήρυκες, οὐκ ἂν νοοῖντο ψευδοεπεῖς· ἃ δ' ἂν λέγοιεν περὶ Χριστοῦ, ταῦτα δὴ πάντως ἐστὶν ὀρθῶς τε καὶ ἀραρότως ἔχοντα· καὶ πιστώσεται λέγων αὐτὸς ὁ Χριστός "Οὐ γὰρ ὑμεῖς ἐστε οἱ "λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν "ἐν ὑμῖν." διὸ οὐ λέγει τοῦτό ἐστιν ὡς πρὸς τοὺς διαβάλλειν αὐτὸν πειρωμένους ὡς τὰ ἐναντία ἑαυτῷ λέγοντα διάτοι τὸ ποτὲ μὲν, ὡς Θεὸν κατὰ φύσιν κηρύττειν τὸν Ἰησοῦν, ὅτε δὲ καὶ ὡς ἄνθρωπον. ἀναγκαίως τοίνυν ταῖς ἐκείνων ἀνεπιεικείαις οἱονείπως ἐπιπηδῶν, ὅτι μὴ γέγονεν αὐτῷ διττός τε καὶ ἀσαφὴς ὁ λόγος, ἁπλοῦς δὲ μᾶλλον καὶ ἀληθὴς, πληρο-