Ancient Greek
Page 323
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 323
Not analysed yet
φορεῖ λέγων Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ· τουτέστιν οὐκ αὐτὸς ἑαυτῷ μαχόμενος καὶ νενοσηκὼς τὸ ἀσύμβατον, ποτὲ μὲν τοῦτο ἐπαινεῖν, ποτὲ δὲ ψέγειν, ἀλλ' ἀληθεύων ἐν τῷ κηρύγματι· πιστὸς οὖν ἐστιν ὁ Θεὸς, τουτέστιν ἀψευδής τε καὶ ἀληθής. Ἑλλήνων οἱ λογάδες περὶ τῶν παρ' αὐτοῖς ὑπειλημμένων θεῶν δοξάσουσι διαφόρως, ναί τε καὶ οὔ λέγοντες· οὐ γάρ ἐστι παρ' αὐτοῖς ἡ ἀλήθεια ἀλλὰ μᾶλλον τὸ ψεῦδος· διὸ καὶ διαφόροις σαλεύονται δόξαις· ὁ δὲ ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸς τοῦ πάντα ἰσχύοντος Θεοῦ, πῶς ἂν γένοιτο ναὶ καὶ οὔ; . . . . ἀναγκαίως δὲ καὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ· πᾶς γὰρ ἐπ' αὐτῷ λόγος ἀληθὴς διὰ τῆς τῶν θεηγόρων γέγονε φωνῆς. καὶ ὅσαι δή φησιν ἐπαγγελίαι τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ, τουτέστι φιλοτιμίαν τε καὶ ὑπόσχεσιν ἅπασαν ἐν αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐσχήκαμεν· καὶ τοῦτο ἐν τῷ Ναὶ, τουτέστιν ἐν ἀληθείᾳ· ἥκει γὰρ ταῦτα πρὸς πέρας διὰ Χριστοῦ· "κατεπόθη γὰρ ὁ "θάνατος εἰς νῖκος," καὶ τὸ τῆς φθορᾶς κατεσείσθη κράτος, παύσεται δὲ καὶ τὸ ἄναλκι καὶ πρὸς τούτοις ἡ ἀτιμία· καθὰ ἔφη καὶ ὁ σοφώτατος Παῦλος καὶ ἐν τῇ προτέρᾳ ἐπιστολῇ· ἀποδεδείγμεθα δὲ καὶ αὐτῆς τῆς τῶν ἁγίων βασιλείας κληρονόμοι καὶ μέτοχοι· ἐρεῖ γὰρ ἡμῖν αὐτὸς ἐπὶ τοῦ θείου βήματος ὁ ἐν ᾧ τὸ ναί "Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός "μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν "ἀπὸ καταβολῆς κόσμου." οἰκέται μὲν γὰρ ἡμεῖς τό γε ἧκον εἰς τὴν φύσιν· ἀλλ' ἀπὸ δούλων εἰς ἐλεύθερον ἐκλήθημεν ἀξίωμα δι' αὐτοῦ, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ δουλεύειν τῷ διαβόλῳ ἀπαλλάγημεν. πᾶσα τοίνυν ἐπαγγελία