Ancient Greek
Page 325
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 325
Not analysed yet
"ἐπηρμένου," περιεστηκότα δὲ τὰ σεραφεὶμ, ἅγιον αὐτὸν ἀποκαλοῦντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα, πλήρη τε λέγοντα εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. ὅτι δὲ αὐτὸν τεθέαται τὸν Υἱὸν, ἀποδείξει λέγων ὁ σοφὸς ὁ Ἰωάννης "Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν "αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ." οὐκοῦν καὶ εἰ ὁ Πατὴρ δοξάζοιτο δι' αὐτοῦ, καὶ ἐπειδὴ δὲ τέθειται "διὰ πίστεως ἱλα"στήριον," γέγονε δὲ καὶ "τῶν ἁγίων λειτουργὸς" διὰ τὸ ἀνθρώπινον, ὡς θυσίαν πνευματικὴν τὴν ἑκάστου τῶν ἁγίων ἱερουργεῖ προσευχήν· δι' αὐτοῦ γὰρ ἡμῶν τὸ ἀμήν· καὶ οὐκ ἂν ἔξω νοοῖτο τοῦ καὶ προσκυνεῖσθαι δεῖν καὶ συνδοξάζεσθαι τῷ γεγεννηκότι παρά γε ἡμῶν αὐτῶν καὶ τῆς ἄνω πληθύος τῶν ἁγίων πνευμάτων. ἔφη δέ που θεσπέσιος Παῦλος "Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου"μένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι "Θεοῦ·" καίτοι τίνι τῶν ὄντων ἀσυμφανὲς ὡς ἔστι Μονογενὴς καθ' ὃ ἂν νοοῖτο Θεός; μόνος γὰρ ἐκ μόνου γεγέννηται τοῦ Πατρός· ἐπειδὴ δὲ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς ἐν πολλοῖς γέγονεν ἀδελφοῖς, τότε τέθειται πρωτεύων αὐτός· καὶ πρός γε τῷ εἶναι Μονογενὴς ὡς Θεὸς, κεχρημάτικε καὶ πρωτότοκος διὰ τὸ ἀνθρώπινον. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν κ. τ. λ. Βεβαιοῖ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς Χριστὸν, ὀρθὴν καὶ ἀκατάσειστον ἐνιδρυσάμενος πίστιν ταῖς ἁπάντων ψυχαῖς, φρονεῖν ἀναπείθων ὡς ἔστι φύσει τε καὶ ἀληθείᾳ Θεὸς, κἂν εἰ ἐν τῷ καθ' ἡμᾶς ὁρῷτο σχήματι, γεννηθεὶς κατὰ σάρκα ἐκ γυναικὸς ὁ ὑπὲρ πᾶσαν κτίσιν· καὶ γοῦν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμολογοῦντι τῷ Πέτρῳ τὴν πίστιν, λέγοντί τε σαφῶς "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ "ζῶντος," ἀντανεφώνει λέγων "Μακάριος εἶ σὺ Σίμων