Ancient Greek
Page 324
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 324
Not analysed yet
τοῦ Θεοῦ διὰ Χριστοῦ μόνον ἔχουσα τὸ ναί· ἀπαράδεκτον δὲ παντελῶς τὸ οὔ· ὅπερ ἐστὶν ἡ ἄρνησις· καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. προσαποδείκνυσι δὲ καὶ τοῦτον ἑνικῶς ὅτι κατὰ φύσιν ἐστὶ Θεός· εἰ γὰρ οὐκ ἂν διαψεύσαιτο τὰς ἐπαγγελίας, ἀποπερανεῖ δὲ μᾶλλον τοῖς ἁγίοις αὐτὰς, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ ἀγαθὰ διανέμοντος, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, ὁ ἐν ᾧ "πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον" οὐ διεψευσμένως; Ὅτι δέ ἐστιν ἀψευδὴς ὁ λόγος, προσεμπεδοῖ λέγων Διὸ καὶ δι' αὐτοῦ τῷ Θεῷ τὸ ἀμὴν πρὸς δόξαν δι' ἡμῶν· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ὁ μεσίτης, ὁ δι' οὗ καὶ μόνου προσιτὸς ὁ Πατὴρ, ὁ ἐν ᾧ πᾶσα δόσις πνευματικὴ, δι' αὐτοῦ δὴ πάντως καὶ πᾶν ἔσται πέρας εὐχῆς· καὶ τοῦτό ἐστι τὸ ἀμήν· καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Υἱὸς πεπαιδαγώγηκε λέγων τοῖς ἁγίοις ἀποστόλοις "Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε "οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα, "δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν "ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν "ᾖ πεπληρωμένη." δι' αὐτοῦ μὲν οὖν τὸ ἀμὴν τῷ Θεῷ Πατρὶ πρὸς δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτὶ διοψόμεθα τοῦ μακαρίου προφητεύοντος Ἰακώβ "Ἰούδα, σὲ αἰνέσαισαν οἱ "ἀδελφοί σου·" ἀνέφυ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς κατὰ σάρκα Χριστός· Ἡσαΐου γεμὴν τοῦ προφήτου λέγοντος "Εἶδον "τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ