Ancient Greek
Page 331
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 331
Not analysed yet
Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Οὐ τῆς διὰ λόγων δεόμεθα μαρτυρίας, αὐτοῖς γὰρ πράγμασιν εὐδοκιμοῦντες ὑμεῖς οἱ μαθηταὶ καὶ πιστοὶ δειχθέντες Χριστοῦ, ἡμᾶς τοὺς διδασκάλους ὑμῶν στεφανοῦτε καὶ εὐδοκίμους ἐδείξατε. διὸ ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, τουτέστιν ἀεὶ καὶ διαπαντὸς ἐν μνήμῃ τῇ παρ' ἡμῖν κειμένῃ· ἀεὶ γὰρ σεμνυνόμεθα, φησὶν, ἐν ὑμῖν. Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ἐπισφραγίζει καὶ προφητικῇ μαρτυρίᾳ τό Οὐκ ἐν πλαξὶ λιθίναις ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις· ἔφη γάρ που, φησὶν, ὁ Θεὸς διὰ φωνῆς προφήτου "Ἰδοὺ ἡμέραι ἔρχονται, "λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ "οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν "διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου "τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, "ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ"λησα αὐτῶν, φησὶ Κύριος· διδοὺς νόμους μου εἰς τὴν "διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, "ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ "τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος·" πάλαι μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς νόμον ἐδέχετο τὸν παιδαγωγὸν ἐν πλαξὶ λιθίναις, καθὰ γέγραπται· αἴνιγμα δὲ τοῦτο γεγενῆσθαί φαμεν τῆς Ἰουδαίων σκληροκαρδίας· μᾶλλον γὰρ ἀπαράδεκτον ὥσπερ ταῖς σφῶν αὐτῶν διανοίαις ἀποφαίνει τὸν νόμον, καὶ οἷον ἐν λίθοις βραχὺ μὲν καὶ μόλις ἐνιζηκότα, πλὴν εὐαπόβλητον παντελῶς καὶ μάλα ῥᾳδίως ἀποπτυό-